ΑΝΝΑ ΚΟΜΝΗΝΗ (ΒΑΪΜΟΥΝΤΟΣ) PDF

Title ΑΝΝΑ ΚΟΜΝΗΝΗ (ΒΑΪΜΟΥΝΤΟΣ)
Author Ioannis Anastasiou
Course EΚΛΟΓΗ ΒΥΖΑΝΤΙΝΩΝ ΚΕΙΜΕΝΩΝ
Institution Εθνικό και Καποδιστριακό Πανεπιστήμιο Αθηνών
Pages 2
File Size 81.3 KB
File Type PDF
Total Downloads 92
Total Views 168

Summary

Panagiotou...


Description

ΑΝΝΑ ΚΟΜΝΗΝΗ, ΑΛΕΞΙΑΣ 11,12,1-4

Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊμοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν (οὔτε γὰρ κατ’ ἤπειρον εἶχεν ἀξιόλογον στράτευμα οὔτε κατὰ θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος ἐπεκρέματο) μηχανᾶται τί τοιοῦτον λίαν μὲν ἀγεννές, σφόδρα δὲ πανουργότατον. πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν καταλείψας τῷ τοῦ Μαρκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ, αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἑαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομένου αὐτοῦ τὴν οἰκουμένην διέθετο. (2.)

καὶ ἡ φήμη

διέτρεχεν ἁπανταχῇ πτερῶν ταχυτέρα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀποχρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν ξυλίνη καὶ ναῦς διήρης, ἐν ᾗ κατατιθεμένη ἡ λάρναξ, καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεΐ, ὅπερ ἐστὶ τῆς Ἀντιόχου ἐπίνειον, (5) ἐπὶ τὴν Ῥώμην ἀπέπλει. καὶ διαπόντιος ὡς νεκρὸς ἐκομίζετο, τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ’ αὐτὸν σχήμασιν (καὶ γὰρ ἑκασταχοῦ γινόμενοι ἀπέτιλλόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ’ ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος μέχρι τούτων νεκρὸς ἦν, τὰ δ’ ἄλλα εἰσέπνει τὲ τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυφίων ὀπῶν. ταῦτα μὲν ἐν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τὲ αὐτῷ μετεδίδοσαν καὶ ἐπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. (3.) ἵνα δὲ καὶ δοκοίη ὁ νεκρὸς

ἕωλος

εἶναι

καὶ

ὀδωδώς,

ἀλεκτρυόνα

ἀποπνίξαντες



ἀποσφάξαντες ἐνέθηκαν τῷ νεκρῷ, καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυοδμότατος ἦν τοῖς ὄσφρησιν ἔχουσι. καὶ ἐδόκει μὲν τοῦ χρωτὸς εἶναι τοῦ Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατημένοις· πλέον δ’ ἐκεῖνος ὁ Βαϊμοῦντος τοῦ ἐπιπλάστου κακοῦ συναπέλαυεν, ὥστε ἔγωγε θαυμάζω πῶς τοσαύτην ὑπήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ νεκροῦ συμφερόμενος σώματος. ἀλλ’ 1

ἐντεῦθεν μεμάθηκα ὡς ἄρα πᾶν τὸ βάρβαρον γένος δύστροπόν τε καὶ δυσανάκλητον ἐφ’ ὅπερ ἂν ἐφορμήσειε, καὶ οὐδὲν αὐτῷ φορτικώτατον ὃ μὴ ἐνέγκοι, καθάπαξ ἐμβαλὸν ἑαυτὸ πρὸς αὐθαιρέτους κακώσεις· καὶ γὰρ οὗτος μηδέπω ἀποθανών, ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν οὐκ ἀπώκνησε ζῆν μετὰ ἀποθανόντων. τέχνη μὲν οὖν τοῦ βαρβάρου αὕτη πρώτη καὶ μόνη κατὰ τὴν καθ’ ἡμᾶς οἰκουμένην πέφηνεν εἰς καταστροφὴν ἀποβλέπουσα τῆς Ῥωμαίων ἡγεμονίας, οὐδὲ πρὸ ταύτης βάρβαρος ἢ Ἕλλην τοιαῦτα κατὰ πολεμίων ἐμηχανήσατο οὔτ’ ἄν, οἶμαι, μετὰ ταῦτα ὁ καθ’ ἡμᾶς θεάσαιτο βίος. (4.) ἐπεὶ δὲ τὴν Κορυφὼ καταλάβοι, ὥσπερ εἰς ἀκρώρειαν τινὰ γενόμενος καὶ κορυφὴν καὶ κρησφύγετον τὴν Κορυφὼ ταυτηνί, καὶ ἐν τῷ ἀκινδύνῳ τυγχάνοι, ἀνήγερτό τε ἀπὸ τῶν ἐν δόξῃ νεκρῶν καὶ τὴν νεκροφόρον ἐκεῖσε λάρνακα καταλείψας ἡλίου τὲ ἐνεφορεῖτο πλείονος καὶ τοῦ ἀέρος ἀνέπνει καθαρωτέρου καὶ περιενόστει τὴν πόλιν τὴν Κορυφώ· ὃν ἑωρακότες ἐν ξένῃ καὶ βαρβαρικῇ στολῇ ἀνεπυνθάνοντο τό τε γένος καὶ τὴν τύχην καὶ τίς τε εἴη καὶ πόθεν ἥκει καὶ εἰς οὓς παραγίνεται.

2...


Similar Free PDFs